Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 24.54 Dem. 24.56 (English) >>Dem. 24.59

24.55Τιμοκράτης τοίνυν, ὥσπερ μαρτυρίαν ὧν ἀδικεῖ γράφων, εὐθὺς ἀρχόμενος τοῦ νόμου τἀναντίʼ ἔθηκε τούτοις. μέν γʼ οὐκ ἐᾷ περὶ ὧν ἂν ἅπαξ γνῷ δικαστήριον πάλιν χρηματίζειν· δʼ ἔγραψεν, καὶ εἴ τινι προστετίμηται κατὰ νόμον κατὰ ψήφισμα, τὸν δῆμον τούτῳ χρηματίζειν, ὅπως μὲν ἔγνω τὸ δικαστήριον λυθήσεται, καταστήσει δʼ ἐγγυητὰς ὀφλών. καὶ μὲν νόμος μηδʼ ἐπιψηφίζειν φησὶ τῶν ἀρχόντων παρὰ ταῦτα μηδένα· δʼ ἔγραψε τοῖς προέδροις ἐπάναγκες, ἐάν τις καθιστῇ, προσάγειν, καὶ προσέγραψενὁπότʼ ἄν τις βούληται.”

24.56λέγʼ ἄλλον νόμον.Νόμος

τὰς δίκας καὶ τὰς διαίτας, ὅσαι ἐγένοντο ἐπὶ τοῖς νόμοις ἐν δημοκρατουμένῃ τῇ πόλει, κυρίας εἶναι.

οὔ φησι Τιμοκράτης, οὔκουν ὁπόσοις γʼ ἂν δεσμοῦ προστιμηθῇ.

λέγε.Νόμος

ὁπόσα δʼ ἐπὶ τῶν τριάκοντα ἐπράχθη δίκη ἐδικάσθη, ἰδίᾳ δημοσίᾳ, ἄκυρα εἶναι.

24.57ἐπίσχες. εἰπέ μοι, τί δεινότατον πάντες ἂν ἀκούσαντες φήσαιτε, καὶ τί μάλιστʼ ἂν ἀπεύξαισθε; οὐχὶ ταῦτα τὰ πράγμαθʼ ἅπερ ἦν ἐπὶ τῶν τριάκοντα μὴ γενέσθαι; ἔγωγʼ οἶμαι. γοῦν νόμος οὑτοσί, εὐλαβούμενος, ὡς ἐμοὶ δοκεῖ, τὸ τοιοῦτον ἀπεῖπε τὰ πραχθέντʼ ἐπʼ ἐκείνων μὴ κύριʼ εἶναι. οὑτοσὶ τοίνυν τὴν αὐτὴν κατέγνω παρανομίαν τῶν ἐπὶ τῆς δημοκρατίας πεπραγμένων ἥνπερ τῶν ἐπʼ ἐκείνων ὑμεῖς· ὁμοίως γοῦν ἄκυρα ποιεῖ.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 24.54 Dem. 24.56 (English) >>Dem. 24.59

Powered by PhiloLogic